Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.536 Joseph. BJ 4.542 (English) >>Joseph. BJ 4.550

4.540τὸν δὲ οὐκ ἔλεος εἰσῆλθεν ἀλλʼ ὀργὴ περὶ τῆς ἡρπασμένης, καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἐλθὼν καθάπερ τὰ τρωθέντα τῶν θηρίων, ἐπειδὴ τοὺς τρώσαντας οὐ κατέλαβεν, ἐφʼ οὓς εὗρε τὸν θυμὸν ἠφίει. 4.541ὅσοι γοῦν λαχανείας ἕνεκεν φρυγανισμοῦ προεληλύθεσαν ἔξω πυλῶν ἀνόπλους καὶ γέροντας συλλαμβάνων ᾐκίζετο καὶ διέφθειρεν, διʼ ὑπερβολὴν ἀγανακτήσεως μονονουχὶ καὶ νεκρῶν γευόμενος τῶν σωμάτων. 4.542πολλοὺς δὲ καὶ χειροκοπήσας εἰσέπεμπε καταπλήξασθαι τοὺς ἐχθροὺς ἅμα καὶ διαστῆσαι τὸν δῆμον ἐπιχειρῶν πρὸς τοὺς αἰτίους. 4.543ἐντέταλτο δʼ αὐτοῖς λέγειν, ὅτι Σίμων θεὸν ὄμνυσι τὸν πάντων ἔφορον, εἰ μὴ θᾶττον ἀποδώσουσιν αὐτῷ τὴν γυναῖκα, ῥήξας τὸ τεῖχος τοιαῦτα διαθήσειν πάντας τοὺς κατὰ τὴν πόλιν, μηδεμιᾶς φεισάμενος ἡλικίας μηδὲ ἀπὸ τῶν ἀναιτίων διακρίνας τοὺς αἰτίους. 4.544τούτοις οὐ μόνον δῆμος ἀλλὰ καὶ οἱ ζηλωταὶ καταπλαγέντες ἀποπέμπουσιν αὐτῷ τὴν γυναῖκα· καὶ τότε μὲν ἐκμειλιχθεὶς ὀλίγον ἀνεπαύσατο τοῦ συνεχοῦς φόνου. 4.545

Οὐ μόνον δὲ κατὰ τὴν Ἰουδαίαν στάσις ἦν καὶ πόλεμος ἐμφύλιος, ἀλλὰ κἀπὶ τῆς Ἰταλίας. 4.546ἀνῄρητο μὲν γὰρ κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὰν Γάλβας, ἀποδεδειγμένος δὲ αὐτοκράτωρ Ὄθων ἐπολέμει Οὐιτελλίῳ βασιλειῶντι· τοῦτον γὰρ ᾕρητο τὰ κατὰ Γερμανίαν τάγματα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.536 Joseph. BJ 4.542 (English) >>Joseph. BJ 4.550

Powered by PhiloLogic